Τῷ καιρῷ εκείνω, προσέφερον τῷ Ἰησοῦ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
Εἶπε δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἔφερναν στόν Ἰησοῦ ἀκόμη καὶ τὰ μικρὰ παιδιὰ διὰ νὰ τὰ ἀγγίξῃ. Ἀλλ’ ὅταν τὸ εἶδαν οἱ μαθηταὶ τοὺς ἐπέπληξαν. Ὁ Ἰησοὺς ὅμως τὰ προσκάλεσε καὶ εἶπε, «Ἀφῆστε τὰ παιδιὰ νὰ ἔλθουν σ’ ἐμὲ καὶ μὴ τὰ ἐμποδίζετε· διότι σὲ τέτοιους ἀνήκει ἡ βασιλεία τῶν οὐρανῶν. Ἀλήθεια σᾶς λέγω, ὅποιος δὲν δεχθῇ τὴν βασιλείαν τοῦ Θεοῦ σὰν ἕνα παιδί, δὲν θὰ μπῇ σ’ αὐτήν».
Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;». Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν».
Καὶ ὁ Πέτρος εἶπε, «Νά ἐμεῖς ἀφήσαμε ὅλα καὶ σὲ ἀκολουθήσαμε». Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἀλήθεια σᾶς λέγω, ὅτι δὲν ὑπάρχει κανεὶς ποὺ νὰ ἄφησε σπίτι ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ παιδιὰ χάριν τῆς βασιλείας τοῦ Θεοῦ, καὶ νὰ μὴ λάβῃ πολὺ περισσότερα εἰς τὸν παρόντα καιρὸν καὶ εἰς τὸν μέλλοντα κόσμον ζωὴν αἰώνιον».